Pular para o conteúdo

De opificio mundi

Philo of Alexandria · Parte 68

[68] οὐκοῦν ἤρξατο μὲν ἀπὸ σπέρματος εὐτελοῦς ἡ φύσις, ἔληξε δ’ εἰς τὸ τιμιώτατον, τὴν ζῴου καὶ ἀνθρώπου κατασκευήν. ταὐτὸ δὴ τοῦτο καὶ ἐπὶ τῆς τοῦ παντὸς γενέσεως συμβέβηκεν· ἡνίκα γὰρ ζῷα διαπλάττειν ἔδοξε τῷ δημιουργῷ, τὰ μὲν πρῶτα τῇ τάξει φαυλότερά πως ἦν, ἰχθύες, τὰ δ’ ὕστατα ἄριστα, ἄνθρωποι, τὰ δ’ ἄλλα μέσα τῶν [39] ἄκρων, ἀμείνω μὲν τῶν προτέρων, χείρω δὲ τῶν ἑτέρων, χερσαῖα καὶ πτηνά.