Pular para o conteúdo

De opificio mundi

Philo of Alexandria · Parte 61

[61] εἰς τοσαύτας καὶ οὕτως ἀναγκαίας διατείνουσιν ὠφελείας αἱ τῶν κατ’ οὐρανὸν φύσεις τε καὶ κινήσεις ἀστέρων· εἰς πόσα δ’ ἄλλα φαίην ἂν ἔγωγε τῶν ἡμῖν μὲν ἀδηλουμένων — οὐ γὰρ πάντα τῷ θνητῷ γένει γνώριμα —, πρὸς δὲ τὴν τοῦ ὅλου συνεργούντων διαμονήν, ἃ θεσμοῖς καὶ νόμοις, οὓς ὥρισεν ὁ θεὸς ἀκινήτους ἐν τῷ παντί, συμβαίνει πάντῃ τε καὶ πάντως ἐπιτελεῖσθαι.