Pular para o conteúdo

De opificio mundi

Philo of Alexandria · Parte 5

[5] οὐ μὴν διὰ τοῦθ’ ἡσυχαστέον, ἀλλ’ ἕνεκα τοῦ θεοφιλοῦς καὶ ὑπὲρ δύναμιν ἐπιτολμητέον λέγειν, οἴκοθεν μὲν οὐδέν, ὀλίγα δ’ ἀντὶ πολλῶν, ἐφ’ ἃ τὴν ἀνθρωπίνην διάνοιαν φθάνειν εἰκὸς ἔρωτι καὶ πόθῳ σοφίας κατεσχημένην.