[168] οἶμαι γὰρ ἂν ὥσπερ [92] [93] ἥλιον καὶ σελήνην ἀεὶ φωσφορεῖν ἅπαξ κελευσθέντας ἅμα τῇ πρώτῃ γενέσει τοῦ παντὸς καὶ τὸ θεῖον πρόσταγμα διατηρεῖν οὐδενὸς ἑτέρου χάριν ἢ ὅτι [M.41] τῶν ὅρων οὐρανοῦ μακρὰν κακία πεφυγάδευται, τὸν αὐτὸν τρόπον καὶ τῆς γῆς τὴν βαθεῖαν καὶ καρποφόρον ἄνευ τέχνης καὶ συμπράξεως γεωπόνων ἀνδρῶν φέρειν ἂν πολλὴν ἀφθονίαν κατὰ τὰς ἐτησίους ὥρας· νυνὶ δὲ αἱ ἀέναοι πηγαὶ τῶν τοῦ θεοῦ χαρίτων ἐπεσχέθησαν, ὅτε ἤρξατο κακία τὰς ἀρετὰς παρευημερεῖν, ἵνα μὴ ὡς ἀναξίοις χορηγῶσιν.