[163] λέγεται δὲ καὶ ἄλλα παμπληθῆ πρὸς ἔπαινον τοῦ πάθους καὶ ὡς ἔστιν οἰκειότατον καὶ συγγενέστατον ζῴοις· [cap.58] ἀπόχρη δὲ δείγματος ἕνεκα καὶ τὰ νῦν εἰρημένα, ὧν χάριν ἀνθρωπίνην φωνὴν ἔδοξεν ὁ ὄφις προΐεσθαι. διό μοι [88] [89] δοκεῖ κἀν τοῖς κατὰ μέρος νόμοις, οὗ περὶ ζῴων ἔγραψεν ἅ τε χρὴ προσφέρεσθαι καὶ τοὐναντίον, ἐπαινέσαι μάλιστα τὸν ὀφιομάχην ἐπικαλούμενον (Lev. 11,22)—ἑρπετὸν δ’ ἐστὶν ἔχον ἀνωτέρω σκέλη τῶν ποδῶν, οἷς ἀπὸ γῆς πέφυκε πηδᾶν καὶ μετέωρον αἴρεσθαι καθάπερ τὸ τῶν ἀκρίδων γένος —·