Pular para o conteúdo

De opificio mundi

Philo of Alexandria · Parte 159

[159] ὅθεν οὐχ ἧττον ὄφεως ἐν τοῖς ὀδοῦσιν ἐπιφέρεται τὸν ἰόν· οὗτοι γάρ εἰσιν ἀπληστίας ὑπηρέται καὶ ὑπουργοί, πάνθ’ ὅσα πρὸς ἐδωδὴν τέμνοντές τε καὶ λεαίνοντες καὶ τὸ μὲν πρῶτον γλώττῃ παραδιδόντες τῇ χυλοὺς δικαζούσῃ πρὸς ἐπίκρισιν, ἔπειτα δὲ φάρυγγι· [M.39] σιτίων δὲ ἀμετρία θανατῶδες φύσει καὶ ἰοβόλον, ἅτε πέψιν οὐκ ἐνδεχομένων διὰ τὴν [87] τῶν ἐπεισιόντων φοράν, ἣ γίνεται πρὶν ἐξικμασθῆναι τὰ πρότερα.