Pular para o conteúdo

De opificio mundi

Philo of Alexandria · Parte 151

[151] [cap.53] Ἐπεὶ δ’ οὐδὲν τῶν ἐν γενέσει βέβαιον, τροπὰς δὲ καὶ μεταβολὰς ἀναγκαίως τὰ θνητὰ δέχεται, ἐχρῆν καὶ τὸν πρῶτον ἄνθρωπον ἀπολαῦσαί τινος κακοπραγίας. ἀρχὴ δὲ τῆς ὑπαιτίου ζωῆς αὐτῷ γίνεται γυνή· μέχρι μὲν γὰρ εἷς ἦν, ὡμοιοῦτο κατὰ τὴν μόνωσιν κόσμῳ [83] [84] καὶ θεῷ καὶ τῆς ἑκατέρου φύσεως ἐναπεμάττετο τῇ ψυχῇ τοὺς χαρακτῆρας, οὐ πάντας ἀλλ’ ὅσους χωρῆσαι δυνατὸν θνητὴν σύστασιν· ἐπεὶ δ’ ἐπλάσθη καὶ γυνή, θεασάμενος ἀδελφὸν εἶδος καὶ συγγενῆ μορφὴν ἠσμένισε τῇ θέᾳ καὶ προσιὼν ἠσπάζετο.