Pular para o conteúdo

De opificio mundi

Philo of Alexandria · Parte 123

[123] φασὶ δὲ καὶ τὰς διὰ τοῦ σώματος ἐκκρίσεις ὑπεστάλθαι τῷ λεχθέντι ἀριθμῷ· διὰ μὲν γὰρ ὀφθαλμῶν δάκρυα προχεῖται, διὰ δὲ μυκτήρων αἱ ἐκ κεφαλῆς καθάρσεις, διὰ δὲ στόματος ὁ ἀποπτυόμενος σίελος· εἰσὶ δὲ καὶ διτταὶ δεξαμεναὶ πρὸς τὰς τῶν περιττωμάτων ἀποχετεύσεις, ἡ μὲν ἔμπροσθεν, ἡ δὲ κατόπιν· ἕκτη δ’ ἐστὶν ἡ δι’ ὅλου τοῦ σώματος ἐν ἱδρῶτι πρόχυσις, καὶ ⟨ἑβδόμη⟩ ἡ φυσικωτάτη σπέρματος πρόεσις διὰ τῶν γεννητικῶν.