Pular para o conteúdo

De opificio mundi

Philo of Alexandria · Parte 119

[119] πάλιν δ’ αὖ τὸ ἡγεμονικώτατον ἐν ζῴῳ κεφαλὴ τοῖς ἀναγκαιοτάτοις ἑπτὰ χρῆται, δυσὶν ὀφθαλμοῖς, ἀκοαῖς ἴσαις, αὐλοῖς μυκτῆρος δυσίν, ἑβδόμῳ στόματι, δι’ οὗ γίνεται θνητῶν μέν, ὡς ἔφη Πλάτων, εἴσοδος, [68] [69] ἔξοδος δ’ ἀφθάρτων· ἐπεισέρχεται μὲν γὰρ αὐτῷ σιτία καὶ ποτά, φθαρτοῦ σώματος φθαρταὶ τροφαί, λόγοι δ’ ἐξίασιν ἀθανάτου ψυχῆς ἀθάνατοι