Pular para o conteúdo

De opificio mundi

Philo of Alexandria · Parte 104

[104] τὰς ἡλικίας ταύτας ἀνέγραψε καὶ Σόλων ὁ τῶν Ἀθηναίων νομοθέτης ἐλεγεῖα ποιήσας τάδε· / Παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων / φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ’ ἔτεσιν· / τοὺς δ’ ἑτέρους ὅτε δὴ τελέσῃ θεὸς ἕπτ’ ἐνιαυτούς, / ἥβης ἐκφαίνει σήματα γιγνομένης· / τῇ τριτάτῃ δὲ γένειον ἀεξομένων ἔτι γυίων / λαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης· / τῇ δὲ τετάρτῃ πᾶς τις ἐν ἑβδομάδ’ ἐστὶν ἄριστος / ἰσχύν, ἥν τ’ ἄνδρες σήματ’ ἔχους’ ἀρετῆς· / πέμπτῃ δ’ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι / καὶ παίδων ζητεῖν ἐξοπίσω γενεήν· [60] [61] / τῇ δ’ ἕκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρός, / οὐδ’ ἕρδειν ἔθ’ ὁμῶς ἔργ’ ἀπάλαμνα θέλει· / ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ’ ἄριστος / ὀκτώ τ’, ἀμφοτέρων τέσσαρα καὶ δέκ’ ἔτη· / τῇ δ’ ἐνάτῃ ἔτι μὴν δύναται, μαλακώτερα δ’ αὐτοῦ / πρὸς μεγάλην ἀρετὴν γλῶσσά τε καὶ σοφίη· / τὴν δεκάτην δ’ εἴ τις τελέσας κατὰ μέτρον ἵκοιτο, / οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου.