Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 98

[98] Ῥουβὴν μὲν σύμβολον εὐφυΐας ἐστίν — ἑρμηνεύεται γὰρ ὁρῶν υἱός, ἐπειδὴ πᾶς ὁ εὐθιξίᾳ καὶ εὐφυΐᾳ χρώμενος ὁρατικός —, Ἐφραῒμ δέ, ὡς πολλάκις εἴπομεν ἐν ἑτέροις, μνήμης — μεταληφθεὶς γάρ ἐστι καρποφορία, καρπὸς δὲ ψυχῆς ἄριστος ἡ μνήμη —· συγγενὲς δὲ οὐδὲν ἕτερον οὕτως [τῷ] ἑτέρῳ, ὡς εὐφυεῖ τὸ μεμνῆσθαι.