[88] [cap.14] Ἀλλὰ τριῶν ὄντων τοῦ γένους ἀρχηγετῶν, οἱ μὲν ἄκροι μετωνομάσθησαν, Ἀβραάμ τε καὶ Ἰακώβ, ὁ δὲ μέσος Ἰσαὰκ τῆς αὐτῆς ἔλαχεν εἰς ἀεὶ προσρήσεως. διὰ τί; ὅτι ἡ μὲν διδακτικὴ ἀρετὴ καὶ ἀσκητικὴ δέχονται τὰ πρὸς βελτίωσιν — ἐφίεται γὰρ δὴ ὁ μὲν διδασκόμενος ἐπιστήμης ὧν ἀγνοεῖ, ὁ δὲ ἀσκήσει χρώμενος στεφάνων καὶ τῶν προκειμένων ἄθλων φιλοπόνῳ καὶ φιλοθεάμονι ψυχῇ —, τὸ δ’ αὐτοδίδακτον καὶ αὐτομαθὲς γένος, ἅτε φύσει μᾶλλον ἢ ἐπιτηδεύσει συνιστάμενον, ἐξ ἀρχῆς ἴσον καὶ τέλειον καὶ ἄρτιον ἠνέχθη, [M.592] μηδενὸς ἐνδέοντος τῶν εἰς πλήρωσιν ἀριθμοῦ.