Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 79

[79] βούλεται δὲ ὁ θεὸς ἀντὶ μικρῶν καὶ φθαρτῶν μεγάλα καὶ ἀθάνατα χαρίζεσθαι, καὶ ἐμπρεπὲς αὐτῷ τὸ ἔργον. ἡ μὲν ⟨γὰρ⟩ ἐν τῷ σπουδαίῳ φρόνησις αὐτοῦ μόνου ἐστὶν ἀρχή, καὶ οὐκ ἂν ἁμάρτοι ὁ ἔχων, εἰ λέγοι· ἀρχή μού ἐστιν ἡ ἐν ἐμοὶ φρόνησις· ἡ δὲ ταύτην τυπώσασα, ἡ γενικὴ φρόνησις, οὐκέτι τοῦ δεῖνός ἐστιν ἀρχή, ἀλλ’ αὐτὸ τοῦτο ἀρχή.