Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 74

[74] διὸ καὶ τῶν πάλαι τινὲς ἀγρῷ τὸν κατὰ φιλοσοφίαν ἀπεικάσαντες λόγον φυτοῖς μὲν ἐξωμοίωσαν τὸ φυσικὸν μέρος, αἱμασιαῖς δὲ καὶ περιβόλοις τὸ λογικόν, καρπῷ δὲ τὸ ἠθικόν, ὑπολαβόντες καὶ τὰ ἐν κύκλῳ τείχη φυλακῆς ἕνεκα τοῦ καρποῦ κατεσκευάσθαι πρὸς τῶν ἐχόντων καὶ τὰ φυτὰ δεδημιουργῆσθαι γενέσεως καρποῦ χάριν.