[69] [cap.10] τὰ μὲν οὖν τοῦ Ἀβρὰμ σύμβολα οὕτως ἀκριβοῦται, τὰ δὲ τοῦ Ἀβραάμ, ὡς ὑποδείξομεν· ἦν δὲ τρία, πατὴρ καὶ ἐκλεκτὸς καὶ ἠχοῦς. φαμὲν δὴ τὴν μὲν ἠχὼ τὸν προφορικὸν εἶναι λόγον — τοῦ γὰρ ζῴου ἠχεῖον ὄργανόν ἐστι τὸ φωνητήριον —, τούτου δὲ πατέρα τὸν νοῦν — ἀπὸ γὰρ διανοίας ὥσπερ ἀπὸ πηγῆς φέρεται τὸ τοῦ λόγου νᾶμα —, [M.589] ἐκλεκτὸν δὲ τὸν τοῦ σοφοῦ· ὅ τι γὰρ ἄριστον, ἐν τούτῳ.