[57] [cap.8] [M.587] Ἀγάμενος οὖν τὸν αὑτὸν ἀποδιδράσκοντα τρόπον καὶ ἑκούσιον πτῶμα πίπτοντα διὰ τὴν ὁμολογίαν ἣν ὡμολόγησε περὶ τοῦ ὄντος, ὅτι πρὸς ἀλήθειαν ἑστὼς ἓν ἦν ἄρα, τῶν μετ’ αὐτὸ τροπὰς καὶ μεταβολὰς παντοίας ἐνδεχομένων, ἐνηχεῖ τε καὶ λόγου μεταδίδωσι φάσκων· „κἀγώ, ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ“ (Gen. 17,4).