[54] [cap.7] Λέγεται δ’ ἑξῆς· „ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον“ (ibid. 3). ἆρ’ οὐκ ἔμελλεν ὑποσχέσεσι θείαις γνῶναί τε ἑαυτὸν καὶ τὴν τοῦ θνητοῦ γένους οὐδένειαν καὶ πεσεῖν παρὰ τὸν ἑστῶτα εἰς ἔνδειξιν τῆς ὑπολήψεως, ἣν περὶ ἑαυτοῦ τε ἔσχε καὶ θεοῦ, ὅτι ὁ μὲν κατὰ τὰ αὐτὰ ἑστὼς κινεῖ τὴν σύμπασαν στάσιν, οὐ διὰ τῶν σκελῶν — οὐ γὰρ ἀνθρωπόμορφος —,