[51] εὐλόγως οὖν ἔφη· „γίνου ἄμεμπτος“ (Gen. 17, 1), μέγα πλεονέκτημα πρὸς εὐδαίμονα [M.586] βίον ὑπολαβὼν εἶναι τὸ ἀναμάρτητον καὶ ἀνυπαίτιον. τῷ δὲ ᾑρημένῳ ζῆν τὸν τρόπον τοῦτον καὶ κλῆρον κατὰ διαθήκας ἀπολείψειν ὁμολογεῖ τὸν ἁρμόζοντα δοῦναι μὲν θεῷ, λαβεῖν δὲ σοφῷ.