[47] [cap.6] Εἰπὼν δὲ „εὐαρέστει ἐνώπιον ἐμοῦ“ προσεπιλέγει· „καὶ γίνου ἄμεμπτος“ (Gen. 17,1), ἀκολουθίᾳ καὶ εἱρμῷ χρώμενος. μᾶλλον μὲν οὖν ἐγχείρει τοῖς καλοῖς, ἵνα εὐαρεστῇς· εἰ δὲ μή, τῶν γε ἁμαρτημάτων ἀπέχου, ἵνα μὴ τυγχάνῃς μέμψεως. ὁ μὲν γὰρ κατορθῶν ἐπαινετός, ὁ δὲ μὴ ἀδικῶν οὐ ψεκτός.