[4] καὶ γὰρ ἄλλως ὅσα μὲν οἱ σώματος ὀφθαλμοὶ [M.579] θεωροῦσι, συνεργῷ φωτὶ χρώμενοι καταλαμβάνουσιν, ὃ διαφέρει τοῦ θ’ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ὅσα δὲ ἡ ψυχή, αὐτὴ δι’ ἑαυτῆς ἄνευ τινὸς ἄλλου συμπράξεως· αὐτὰ [1] γὰρ ἑαυτοῖς ἐστι φέγγος τὰ νοούμενα.