Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 267

[267] [cap.47] Ἐπιτείνων δὲ τὸ κάλλος τοῦ γεννωμένου φησὶν αὐτὸ „ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ“ (Gen. 17,21) γεννηθήσεσθαι, ἐνιαυτὸν ἕτερον οὐ ⟨τὸ⟩ τοῦ χρόνου μηνύων διάστημα, ὃ ταῖς σεληνιακαῖς ἢ ἡλιακαῖς ἀναμετρεῖται περιόδοις, ἀλλὰ τὸ ἔκτοπον καὶ ξένον καὶ καινὸν ὄντως, ἕτερον τῶν ὁρωμένων καὶ αἰσθητῶν, ἐν ἀσωμάτοις καὶ νοητοῖς ἐξεταζόμενον, ὅπερ τὸ χρόνου παράδειγμα καὶ ἀρχέτυπον εἴληχεν, αἰῶνα. αἰὼν δὲ ἀναγράφεται τοῦ νοητοῦ βίος κόσμου, ὡς αἰσθητοῦ χρόνος.