Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 263

[263] διό φησιν· „εὐλόγηκα [70] αὐτόν, αὐξήσω αὐτόν, πληθυνῶ, δώδεκα ἔθνη γεννήσει“ (ibid. 20), τὸν κύκλον καὶ τὸν χορὸν ἅπαντα τῶν σοφιστικῶν προπαιδευμάτων. „τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ“ (ibid. 21), ἵν’ ἑκατέρας ἀρετῆς τὸ ἀνθρώπων μεταποιῆται γένος, διδακτῆς τε καὶ αὐτομαθοῦς, τὸ μὲν ἀσθενέστερον διδασκομένης, ἑτοίμης δὲ τὸ ἐρρωμένον.