[26] ἀλλὰ μὴ νομίσῃς τὸν αὐτὸν τρόπον ἄνθρωπόν τε γίνεσθαι καὶ ἄνθρωπον θεοῦ· ἄνθρωπον μὲν γάρ, θεοῦ ὡς κτῆμα· ἄνθρωπον δὲ θεοῦ, ὡς αὔχημα καὶ ὠφέλημα. εἰ δὴ βούλει διανοίας κλῆρον τὸν θεὸν ἔχειν, αὐτὸς πρότερον γενοῦ κλῆρος ἀξιόχρεως αὐτοῦ· γενήσῃ δέ, ἂν τοὺς χειροποιήτους καὶ ἑκουσίους ἅπαντας νόμους ἐκφύγῃς.