Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 254

[254] ἀλλ’ οἷς ἐπινεύει τὸ θεῖον, ἅπας ἄφρων ἀνανένευκε. τὴν γοῦν Λείαν μισουμένην εἰσάγουσιν οἱ χρησμοί· διὸ καὶ τοιαύτης ἔτυχε προσρήσεως· ἑρμηνευθεῖσα γάρ ἐστιν ἀνανευομένη καὶ κοπιῶσα διὰ τὸ πάντας ἡμᾶς ἀρετὴν ἀποστρέφεσθαι καὶ κοπώδη νομίζειν ἐπιτάγματα οὐχ ἡδέα πολλάκις ἐπιτάττουσαν.