Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 249

[249] πράξεως δέ, ὡς ἔφην, σύμβολον [67] [68] ἡ σεμίδαλις· καὶ γὰρ ταύτην συμβέβηκεν οὐκ ἄνευ τέχνης καὶ ἐπινοίας καθαίρεσθαι, ἀλλὰ χερσὶ σιτοπόνων, ἐπιτήδευμα τὸ πρᾶγμα πεποιηκότων, διακρίνεται. διὸ καί φησι· „δραξάμενος ὁ ἱερεὺς πλήρη τὴν δράκα τὸ μνημόσυνον αὐτῆς ἀνοίσει“ (Lev. 5, 12), διὰ τῆς δρακὸς τὸ ἐγχείρημα καὶ τὴν πρᾶξιν ἐμφαίνων.