[246] ὅτι, καθάπερ ἐν ἡμῖν ἄριστον ὁ νοῦς, καὶ ἐν ζῴων ἀλόγων γένει τὸ πρόβατον ἅτε ἡμερώτατον ὑπάρχον καὶ καρπὸν ἐτήσιον ἀνατέλλον ἐξ ἑαυτοῦ πρὸς ὠφέλειαν ὁμοῦ καὶ κόσμον ἀνθρώπων· ἐσθὴς γὰρ τὰς ἀπὸ κρυμοῦ καὶ θάλπους ἀνείργει βλάβας καὶ τὰ ἀπόρρητα τῆς φύσεως ἐπισκιάζουσα πρὸς εὐκοσμίας τοῖς χρωμένοις ἐστί.