[240] τὸ μὲν οὖν ἄριστον τῆς καθάρσεως καὶ τελεώτατον τοῦτ’ ἐστί, μηδ’ ἐνθυμεῖσθαι τι τῶν ἀτόπων, ἀλλ’ εἰρήνῃ καὶ εὐνομίᾳ, ὧν ἡγεμών ἐστι δικαιοσύνη, πολιτεύσασθαι· τὸ δὲ δεύτερον, λόγοις μὴ διαμαρτάνειν ψευδόμενον ἢ ψευδορκοῦντα ἢ ἀπατῶντα ἢ σοφιζόμενον ἢ συκοφαντοῦντα ἢ συνόλως στόμα καὶ γλῶτταν ἐπ’ ὀλέθρῳ τινῶν ἀνιέντα, οἷς χαλινὸν ἦν ἄμεινον περιθεῖναι καὶ δεσμὸν