Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 238

[238] ἐν γὰρ τοῖς αὐτοῖς τό τε κατορθοῦν καὶ ἁμαρτάνειν χωρίοις ἐστί, καρδίᾳ, στόματι, χειρί· καὶ γὰρ βουλεύονταί τινες εὐγνωμονέστατα καὶ λέγουσιν ἄριστα καὶ πράττουσι [M.615] τὰ πρακτέα. τριῶν δὲ ὄντων κουφότατόν ἐστι τὸ βουλεύεσθαι ἃ μὴ χρή, βαρύτατον δὲ τὸ χειρουργεῖν τὰ ἄδικα, μέσον δὲ τὸ λέγειν ἃ μὴ δεῖ.