Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 230

[230] τὸ παραπλήσιον ὁ Ἠσαῦ λέγειν ἔοικε τῷ πατρί· „μὴ εὐλογία σοι μία ἐστί, πάτερ; εὐλόγησον κἀμέ, πάτερ“ (Gen. 27, 38). ἄλλαι γὰρ ἄλλοις ἀποκεκρίσθωσαν, τελείοις μὲν τέλειαι, μέσαι δὲ ἀτελέσιν, ὡς ἔχει καὶ ἐπὶ τῶν σωμάτων· ὑγιαινόντων γὰρ καὶ νοσούντων ἕτερα μὲν γυμνάσματα, ἕτεραι δὲ τροφαί, καὶ ὅσα ἄλλα περὶ δίαιταν, οὐ τὰ αὐτά, ἀλλὰ τοῖς μὲν τὰ πρόσφορα, ἵνα μηδ’ ὅλως νοσήσωσι, τοῖς δὲ τὰ οἰκεῖα, ὅπως πρὸς τὸ ὑγιεινότερον μεταβάλωσι.