[226] σὺ δὲ τοιαῦτα ἐπιτάγματα ἐπιτάξεις υἱεῖ τῷ σεαυτοῦ; εἰ μὴ τοῖς οἰκέταις ἡμέρως χρῇ, μηδὲ τοῖς ὁμοτίμοις κοινωνικῶς· εἰ μὴ κοσμίως γυναικί, μηδὲ γονεῦσι τιμητικῶς· εἰ μητρὸς ὀλιγωρεῖς καὶ πατρός, ἀσέβει καὶ εἰς τὸ θεῖον. εἰ χαίρεις ἡδονῇ, μη⟨δὲ⟩ φιλαργυρίας ἀποστῇς. ἐφίεσαι πολυχρηματίας; καὶ κενοδόξει. τί γάρ;