Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 219

[219] ἀγαπητὸν γάρ, εἰ τῶν ἐκ πόνου καὶ μελέτης συντρόφων καὶ συνηθεστέρων ἀγαθῶν ἐπιλάχοιμεν, [M.612] τῶν δ’ ἄνευ τέχνης ἢ συνόλως ἀνθρωπίνης ἐπινοίας ἀπαυτοματιζόντων καὶ ἐξ ἑτοίμου γινομένων οὐδ’ ἐλπὶς ἐφικέσθαι· ταῦτα γὰρ ἅτε θεῖα ὄντα θειοτέραις καὶ ἀκηράτοις φύσεσιν ἀπηλλαγμέναις θνητοῦ σώματος εὑρίσκειν ἀναγκαῖον.