[216] ἂν ἐξοκείλαντες ὅλῳ τῷ ψυχῆς ναυαγήσωμεν σκάφει. [cap.39] παγκάλως οὖν τοῦτον τὸν Ἰσμαὴλ εὔχεται ζῆν. προστίθησιν οὖν „ἐνώπιον τοῦ θεοῦ ζήτω“ (Gen. 17,18), τέλος τῆς εὐδαιμονίας τιθέμενος ἐπισκόπου καὶ ἐφόρου τοῦ τῶν ὄντων ἀρίστου τὴν διάνοιαν ἀξιωθῆναι.