[211] πάντα τὰ ἀκούσματα καὶ μαθήματα ἐποικοδομεῖται [54] καθάπερ θεμελίῳ προκαταβεβλημένῳ φύσει παιδείας δεκτικῇ, φύσεως δὲ μὴ προϋπαρχούσης ἀνωφελῆ πάντα. δρυὸς γὰρ ἢ λίθου κωφῆς οὐδὲν ἂν δόξαιεν οἱ ἀφυεῖς διαφέρειν· ἔγκολλον γὰρ ἂν οὐδὲν αὐτοῖς ἁρμόζοιτο, πάντα δ’ ὡς ἀπὸ στερροῦ τινος ἀποπάλλεται καὶ ἀποπηδᾷ.