[193] [cap.36] ὁ μὲν οὖν ἀστεῖος ἐλάλει τῇ διανοίᾳ τὰ ἀστεῖα ὄντως, ὁ δὲ φαῦλος ἑρμηνεύει ἔστιν ὅτε παγκάλως τὰ καλά, πράττει δὲ αἰσχρῶς τὰ αἴσχιστα, καθάπερ καὶ Συχὲμ ὁ ἔγγονος ἀνοίας. Ἐμὼρ γάρ ἐστι πατρός, ὃς μεταληφθεὶς ὄνος καλεῖται, αὐτὸς δὲ ἑρμηνευθείς ἐστιν ὦμος, πόνου σύμβολον. ἄθλιος δὲ καὶ ταλαιπωρίας μεστὸς πόνος, ὃν ἄνοια γεννᾷ, ὥσπερ ὠφέλιμος, ᾧ συγγενὴς ἀγχίνοια.