[186] „πεπίστευκεν οὖν Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15,6), ἀλλ’ ὡς ἄνθρωπος πεπίστευκεν, ἵνα τὸ ἴδιον τοῦ θνητοῦ γνῷς καὶ μάθῃς οὐκ ἄλλως αὐτῷ γενέσθαι, εἰ μὴ ἐκ φύσεως, τὴν τροπήν. ἀλλ’ εἰ βραχεῖα καὶ ἀκαρὴς γέγονεν, ἄξιον εὐχαριστεῖν· πολλοὶ γὰρ ἕτεροι τῇ ῥύμῃ καὶ φορᾷ κατακλυσθέντες καὶ τῇ βίᾳ εἰσάπαν ἠφανίσθησαν.