[174] ὁ δὲ καὶ „δώσω“ φησίν „ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ [M.605] φάγεσθε τὸν μυελὸν ⟨τῆς⟩ γῆς“ (Gen. 45, 18). ἀλλ’ ἐροῦμεν αὐτῷ· σώματος ἀγαθὸν οὐ προσιέμεθα οἱ τὰ ψυχῆς ἰδόντες· ἱκανὸς γὰρ ὁ τριπόθητος ἐκείνων ἵμερος ἐντακεὶς πάντων ὅσα τῇ σαρκὶ φίλα λήθην ἐργάσασθαι.