Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 172

[172] [cap.32] τοιαῦτα δ’ ἐλπίσας ὁ φιλήδονος νοῦς αὔταρκες οὐχ ὑπολαμβάνει τοὺς νεωτέρους καὶ ἄρτι πρὸς τὰ σωφροσύνης γυμνάσια φοιτῶντας ἐπιθυμιῶν δελέασιν ἀγκιστρεύσασθαι, ἀλλὰ δεινὸν ἐνόμισεν εἶναι, εἰ μὴ καὶ τὸν πρεσβύτερον ὑπάξεται λόγον, οὗ τὰ λυττῶντα πάθη παρήβηκε.