Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 168

[168] ἰδοὺ γὰρ Μωυσῆς χορηγὸς ἀνεύρηται τοῦ σοφοῦ τούτου δόγματος, χαίροντα καὶ γελῶντα παραγαγὼν τὸν ἀστεῖον· ἀλλαχόθι δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς εἰς ταὐτὸν ἀφικνουμένους αὐτῷ. "ἰδὼν γάρ σε“ φησί „χαρήσεται ἐν αὐτῷ“ (Exod. 4, 14), [M.604] ὡς τῆς τοῦ σπουδαίου προσόψεως αὐτὸ μόνον ἱκανῆς οὔσης ἀναπληρῶσαι τὴν διάνοιαν εὐφροσύνης, ἀποφορτισαμένην τὸ ἀπεχθέστατον ψυχῆς κακῶν, λύπην.