[161] ὅμοιον δή τι καὶ ἡ ψυχὴ τὰ πολλὰ πάσχει· ἐλπιζομένου γὰρ τἀγαθοῦ [40] [41] προγήθει, ὡς τρόπον τινα χαίρειν πρὸ χαρᾶς καὶ εὐφραίνεσθαι πρὸ εὐφροσύνης. εἰκάσαι δ’ ἄν τις αὐτὸ καὶ τῷ περὶ τὰ φυτὰ συμβαίνοντι· καὶ γὰρ ταῦτα, ὁπότε μέλλοι καρποφορεῖν, προβλαστάνει καὶ προανθεῖ [M.603] καὶ χλοηφορεῖ.