[152] οὗτος δ’ οὐκ ἐμὸς μῦθος, ἀλλὰ χρησμῶν τῶν ἱερωτάτων ἐστίν, ἐν οἷς εἰσάγονταί τινες λέγοντες τῷ Ἀβραάμ· „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν“ (Gen. 23,6), οὐ τὰς ὕλας ἐξετάσαντες, — τίνες γὰρ ἦσαν ἀνδρὶ μετανάστῃ καὶ μηδὲ πόλιν οἰκοῦντι, πολλὴν δὲ καὶ ἐρήμην καὶ ἄβατον ἀλωμένῳ γῆν; — ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ βασιλικὴν ἕξιν κατανοήσαντες, ὥστ’ ἀνομολογῆσαι κατὰ Μωυσῆν μόνον τὸν σοφὸν βασιλέα.