[146] μουσικὰ μὲν γάρ, εἰ τύχοι, καὶ γραμματικὰ καὶ γεωμετρικὰ καὶ δίκαια καὶ φρόνιμα καὶ ἀνδρεῖα καὶ σώφρονα πάμπολλά ἐστιν· αὐτὸ δὲ τοῦτο ⟨τὸ⟩ μουσικὸν καὶ γραμματικὸν καὶ γεωμετρικόν, ἔτι δὲ δίκαιον καὶ σῶφρον φρόνιμόν τε καὶ ἀνδρεῖον ἓν αὐτὸ μόνον τὸ ἀνωτάτω, μηδὲν ἰδέας ἀρχετύπου διαφέρον, ἀφ’ οὗ τὰ πολλὰ καὶ ἀμύθητα ἐκεῖνα διεπλάσθη.