[144] καλεῖ δὲ πολλὴν μὲν τὴν ἐκ μιγάδων καὶ συγκλύδων λογισμῶν συμπεφορημένην διάνοιαν, ἣ διὰ τὸ πλῆθος τῶν περὶ αὐτὴν ὄχλων καὶ θορύβων ἀνήκεστα κακὰ τίκτει, στεῖραν δὲ τὴν μὴ παραδεχομένην θνητὸν ὡς γόνιμον σπόρον, ἀλλὰ τὰς τῶν φαύλων ὁμιλίας καὶ συνουσίας ἀναλίσκουσάν τε καὶ διαφθείρουσαν, περιεχομένην δὲ τῆς ἑβδόμης καὶ τοῦ κατ’ αὐτὴν εἰρηνικωτάτου· τούτου γὰρ ἐγκύμων τε εἶναι βούλεται καὶ μήτηρ λέγεσθαι.