[14] οὕτω μέντοι τὸ ὂν ἄρρητόν ἐστιν, ὥστ’ οὐδὲ αἱ ὑπηρετούμεναι δυνάμεις κύριον ὄνομα ἡμῖν λέγουσι· μετὰ γοῦν τὴν πάλην, ἣν ὑπὲρ κτήσεως ἀρετῆς ὁ ἀσκητὴς ἐπάλαισε, φησὶ τῷ ἀοράτῳ ἐπιστάτῃ· „ἀνάγγειλόν μοι τὸ ὄνομά σου“, ὁ δὲ εἶπεν· „ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου;“ (Gen. 32,29), καὶ οὐ μηνύει τὸ ἴδιον καὶ κύριον. ἀπόχρη γάρ σοι, φησίν, ὠφελεῖσθαι κατὰ τὰς ἐμὰς εὐφημίας, τὰ δὲ γενητῶν σύμβολα, ὀνόματα, μὴ ζήτει παρὰ φύσεσιν ἀφθάρτοις·