Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 137

[137] βεβήλοις τὰ θεῖα. [cap.24] μηνύει δὲ καὶ ἡ τρόπον μητρὸς ἀποκυήσασα φρόνησις τὸ αὐτομαθὲς γένος, ὅτι θεὸς αὐτὸ ἔσπειρε· τεχθέντος γὰρ ἐπισεμνύνεται φάσκουσα· „γέλωτά μοι ἐποίησεν ὁ κύριος“ (Gen. 21,ὁ), ἴσον τῷ τὸν Ἰσαὰκ διέπλασεν, ἐδημιούργησεν, ἐγέννησεν, ἐπειδὴ γέλωτι ὁ αὐτὸς ἦν.