[130] [cap.23] Ἀποχρώντως οὖν περὶ τῆς τῶν ὀνομάτων ἀλλαγῆς τε καὶ μεταθέσεως εἰρηκότες ἐπὶ τὰ ἑξῆς τῆς ἐφόδου τρεψόμεθα κεφάλαια. [34] εἵπετο δ’ εὐθὺς ἡ γένεσις Ἰσαάκ· καλέσας γὰρ τὴν μητέρα αὐτοῦ Σάρραν ἀντὶ Σάρας φησὶ τῷ Ἀβραάμ· „δώσω σοι ⟨ἐξ αὐτῆς⟩ τέκνον“ (Gen. 17, 16). ἐν μέρει δ’ ἕκαστον ἀκριβωτέον.