Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 126

[126] διὰ τί δέ; ὅτι τὸ μὲν νόμους μεταγράφειν ἐπ’ ὠφελείᾳ τῶν ἐντευξομένων ψηλαφῶντός ἐστι καὶ διὰ χειρὸς ἔχοντος ἀεὶ τὰ θεῖα καὶ ἀνακεκλημένου (Exod. 24,1) ὑπὸ τοῦ θεσπιῳδοῦ νομοθέτου καὶ εἰληφότος παρ’ αὐτοῦ μεγάλην δωρεάν, ἑρμηνείαν καὶ προφητείαν νόμων ἱερῶν· μεταληφθεὶς γὰρ Μωυσῆς καλεῖται λῆμμα, δύναται δὲ καὶ ψηλάφημα διὰ τὰς εἰρημένας αἰτίας.