Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 124

[124] καὶ γὰρ ἑρμηνευθείς ἐστι Χάλεβ πᾶσα καρδία· τοῦτο δὲ [33] σύμβολον τοῦ μὴ ἐκ μέρους ἐπαμφοτερίζουσαν καὶ ἀντιρρέπουσαν, ἀλλ’ ὅλην δι’ ὅλου τὴν ψυχὴν μεταβεβλῆσθαι πρὸς τὸ δόκιμον, κἂν εἴ τι μὴ πάνυ ἐπαινετὸν εἴη, λόγοις τοῖς περὶ μετανοίας ἐξοικίσασαν· οὕτω γὰρ ἐκνιψαμένη τὰ καταρρυπαίνοντα καὶ τοῖς φρονήσεως λουτροῖς χρησαμένη καὶ καθαρσίοις ἔμελλε φαιδρύνεσθαι.