[113] οἱ δ’ ἀντικάθηνται διώκοντες καὶ τἀναντία παραγγέλλοντες, ἔξω τὸν νοῦν ἐπισπᾶσθαι καὶ ἀγώγιμα παραδιδόναι τὰ φαινόμενα, μέχρις „ἀναστὰς“ [M.596] ὁ τέως ἠρεμεῖν τρόπος δοκῶν φιλάρετος καὶ ἐπιθειάσας, ὄνομα Μωυσῆς, ὑπερασπίσει καὶ „ῥύσεται αὐτὰς“ τῶν κατεχόντων, ποτίμοις λόγοις θρέψας τὴν τοῦ πατρὸς ποίμνην (ibid.).