Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 11

[11] ἦν οὖν ἀκόλουθον τὸ μηδ’ ὄνομα κύριον ἐπιφημισθῆναι δύνασθαι τῷ ὄντι πρὸς ἀλήθειαν. οὐχ ὁρᾷς ὅτι φιλοπευστοῦντι τῷ [M.580] προφήτῃ, τί τοῖς περὶ τοῦ ὀνόματος αὐτοῦ ζητοῦσιν ἀποκριτέον, φησὶν ὅτι „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ἴσον τῷ εἶναι πέφυκα, οὐ λέγεσθαι;