De mutatione nominum
ΠΕΡΙ ΤΩΝ ΜΕΤΟΝΟΜΑΖΟΜΕΝΩΝ · KAl ΩΝ ΕΝΕΚΑ MET0N0MAZ0NTAI
[1] [cap.1] „Ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος [M.578] τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ θεός σου“ (Gen. 17,1). ὁ ἐννέα πρὸς τοῖς ἐνενήκοντα ἀριθμὸς ἑκατοντάδος γείτων ἐστίν, ᾗ τὸ αὐτομαθὲς ἐπέλαμψε γένος, Ἰσαάκ, εὐπαθειῶν ἀρίστη, χαρά· τῷ γὰρ ἑκατονταετεῖ γίνεται.